Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.282 Joseph. AJ 15.287 (English) >>Joseph. AJ 15.292

15.285ἐκεῖνοι μὲν οὖν προκαταστάντες ἐπὶ τοιαύτης ἦσαν προθυμίας· εἷς δὲ τῶν ὑφʼ Ἡρώδου πολυπραγμονεῖν καὶ διαγγέλλειν τὰ τοιαῦτα τεταγμένων ἐξευρηκὼς ὅλην τὴν ἐπίθεσιν εἰς τὸ θέατρον εἰσιέναι μέλλοντι τῷ βασιλεῖ κατεμήνυσεν. 15.286 δʼ, οὐ γὰρ ἀνοίκειον ᾠήθη τὸν λόγον εἴς τε τὸ μῖσος ἀφορῶν, συνῄδει παρὰ τῶν πλειόνων αὐτῷ, καὶ τὰς ταραχὰς τὰς ἐπὶ τοῖς καθʼ ἕκαστα γινομένοις παρυφισταμένας, ἀναχωρήσας εἰς τὸ βασίλειον ὀνομαστὶ τοὺς ἐν ταῖς αἰτίαις ἐκάλει. 15.287προσπιπτόντων δʼ αὐτοῖς τῶν ὑπηρετῶν αὐτόφωροι λαμβανόμενοι τὸ μὲν ὡς οὐκ ἂν διαφύγοιεν ᾔδεσαν, ἐπεκόσμησαν δὲ τὴν ἀναγκαίαν καταστροφὴν τοῦ τέλους τῷ μηδὲν ὑφιέναι τοῦ φρονήματος· 15.288οὐ γὰρ ἐντραπέντες οὐδʼ ἀρνησάμενοι τὴν πρᾶξιν ἀνέδειξαν μὲν ἤδη κρατούμενα τὰ ξίφη, διωμολογήσαντο δὲ καλῶς καὶ σὺν εὐσεβείᾳ τὴν συνωμοσίαν αὐτοῖς γενέσθαι, κέρδους μὲν οὐδενὸς οὐδʼ οἰκείων ἕνεκεν παθῶν, τὸ δὲ πλέον ὑπὲρ τῶν κοινῶν ἐθῶν, καὶ πᾶσιν φυλάττειν θνήσκειν πρὸ αὐτῶν ἄξιον. 15.289τοιαῦτα μὲν ἐκεῖνοι τῇ προαιρέσει τῆς ἐπιβουλῆς ἐμπαρρησιασάμενοι περιστάντων αὐτοῖς τῶν βασιλικῶν ἤγοντο καὶ πᾶσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. μετʼ οὐ πολὺ δὲ καὶ τὸν ταῦτα μηνύσαντα κατὰ μῖσος ἁρπασάμενοί τινες οὐκ ἀπέκτειναν μόνον, ἀλλὰ καὶ μελιστὶ διελόντες προύθεσαν κυσίν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.282 Joseph. AJ 15.287 (English) >>Joseph. AJ 15.292

Powered by PhiloLogic